Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Episode]
πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; 540
Μεγάρα
Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
Ἡρακλῆς
ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
Μεγάρα
στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
Ἡρακλῆς
τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
Μεγάρα
κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. 545
Ἡρακλῆς
τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
Μεγάρα
μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ἡρακλῆς
κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Μεγάρα
θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.
Ἡρακλῆς
καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ. 550
Μεγάρα
φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
Ἡρακλῆς
πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;
Μεγάρα
Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ἡρακλῆς
τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;
Μεγάρα
βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους 555
Ἡρακλῆς
κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;
Μεγάρα
αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ἡρακλῆς
οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα
φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
← Önceki Stasimon 2 · 6 / 13 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi