Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Choral 1]
βαρύτερον Αἴτνας σκοπέλων
Χορός
ἐπὶ κρατὶ κεῖται, βλεφάρων 640
 
σκοτεινὸν φάος ἐπικαλύψαν.
 
μή μοι μήτʼ Ἀσιήτιδος
 
τυραννίδος ὄλβος εἴη,
 
μὴ χρυσοῦ δώματα πλήρη 645
 
τᾶς ἥβας ἀντιλαβεῖν,
 
ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
 
καλλίστα δʼ ἐν πενίᾳ.
 
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
 
ρας μισῶ· κατὰ κυμάτων δʼ 650
 
ἔρροι, μηδέ ποτʼ ὤφελεν
 
θνατῶν δώματα καὶ πόλεις
 
ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-
 
εὶ πτεροῖσι φορείσθω.
 
εἰ δὲ θεοῖς ἦν ξύνεσις 655
 
καὶ σοφία κατʼ ἄνδρας,
 
δίδυμον ἂν ἥβαν ἔφερον
 
φανερὸν χαρακτῆρʼ ἀρετᾶς
 
ὅσοισιν μέτα, κατθανόντες τʼ 660
← Önceki Stasimon 2 · 11 / 13 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi