Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Λύκος
θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
 
ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ
 
οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, 160
 
κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
 
ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
 
ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
 
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
 
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, 165
 
ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
 
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
 
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς
 
χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
Ἀμφιτρύων
τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει 170
 
παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει
 
λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν
 
δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν.
 
πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ
 
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες — 175
 
σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν.
 
Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε,
← Önceki Epeisodion 1 · 2 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi