Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Parodos

[Choral 1]
—ὑπώροφα μέλαθρα καὶ
Χορός
γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις
 
ἔρεισμα θέμενος, ἐστάλην
 
ἰηλέμων γόων ἀοι- 110
 
δὸς ὥστε πολιὸς ὄρνις, 110
 
ἔπεα μόνον καὶ δόκη-
 
μα νυκτερωπὸν ἐννύχων ὀνείρων,
 
τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ.
 
ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ,
 
ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- 115
 
τερ, ἃ τὸν Ἀίδα δόμοις
 
πόσιν ἀναστενάζεις.
 
—μὴ προκάμητε πόδα βαρύ τε
 
κῶλον ὥστε πρὸς πετραῖον 120
 
λέπας ζυγηφόρον πῶλον
 
ἀνέντες ὡς βάρος φέρον
 
τροχηλάτοιο πώλου .
 
λαβοῦ χερῶν καὶ πέπλων,
 
ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος·
 
γέρων γέροντα παρακόμιζʼ, 125
← Önceki bölüm Parodos · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi