Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 6

[Episode]
Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
Ἀμφιτρύων
γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ-
 
λαθέσθαι κακῶν;
Χορός
κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ 1045
 
τέκεα καὶ τὸ καλλίνικον κάρα.
Ἀμφιτρύων
ἑκαστέρω πρόβατε, μὴ
 
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
 
τὸν εὔδιʼ ἰαύονθʼ
 
ὑπνώδεά τʼ εὐνᾶς
 
ἐγείρετε. 1050
Χορός
οἴμοι. 1050
 
φόνος ὅσος ὅδʼ
Ἀμφιτρύων
ἆ ἆ,
 
διά μʼ ὀλεῖτε.
Χορός
κεχυμένος ἐπαντέλλει.
Ἀμφιτρύων
οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
 
άξετʼ, ὦ γέροντες;
 
ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, 1055
 
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.
Χορός
ἀδύνατʼ ἀδύνατά μοι.
Ἀμφιτρύων
σῖγα, πνοὰς μάθω·
 
φέρε πρὸς οὖς βάλω. 1060
Χορός
εὕδει; 1060
Ἀμφιτρύων
ναί, εὕδει 1060
 
ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,
 
ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.
Χορός
στέναζέ νυν — 1065
Ἀμφιτρύων
στενάζω. 1065
Χορός
τέκνων ὄλεθρον —
Ἀμφιτρύων
ὤμοι.
Χορός
σέθεν τε παιδὸς —
Ἀμφιτρύων
αἰαῖ.
Χορός
ὦ πρέσβυ
Ἀμφιτρύων
σῖγα σῖγα·
 
παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,
 
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. 1070
Χορός
θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
Ἀμφιτρύων
ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ-
 
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
 
φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,
 
πρὸς δὲ κακοῖς κακὰ μήσεται 1075
 
πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.
Χορός
τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ
 
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας
 
Ταφίων περίκλυστον ἄστυ πέρσας. 1080
Ἀμφιτρύων
φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
 
διώκετε· φεύγετε μάργον
 
ἄνδρʼ ἐπεγειρόμενον.
 
ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν
 
ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν. 1085
Χορός
ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως
 
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;
Ἡρακλῆς
ἔα·
 
ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ,
 
αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε 1090
 
ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
 
πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
 
μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο.
 
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
 
νεανίαν θώρακα καὶ βραχίονα, 1095
 
πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
 
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
 
πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ,
 
ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν
 
ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο. 1100
 
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
 
Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
 
ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον
 
Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
 
ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ; 1105
 
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
 
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
 
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Ἀμφιτρύων
γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορός
κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. 1110
Ἡρακλῆς
πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
 
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Ἀμφιτρύων
ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ἡρακλῆς
πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;
Ἀμφιτρύων
ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. 1115
Ἡρακλῆς
μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.
Ἀμφιτρύων
ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ἡρακλῆς
εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.
Ἀμφιτρύων
εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
Ἡρακλῆς
παπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν. 1120
Ἀμφιτρύων
καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
Ἡρακλῆς
οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
Ἀμφιτρύων
λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ;
Ἡρακλῆς
καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ.
Ἀμφιτρύων
τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. 1125
Ἡρακλῆς
ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
Ἀμφιτρύων
ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε;
Ἡρακλῆς
ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
Ἀμφιτρύων
τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
Ἡρακλῆς
ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. 1130
Ἀμφιτρύων
ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
Ἡρακλῆς
οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας;
Ἀμφιτρύων
ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
Ἡρακλῆς
τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;
Ἀμφιτρύων
σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. 1135
Ἡρακλῆς
τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ.
Ἀμφιτρύων
μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα.
Ἡρακλῆς
ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς;
Ἀμφιτρύων
μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
Ἡρακλῆς
αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. 1140
Ἀμφιτρύων
τούτων ἕκατι σὰς καταστένω τύχας.
Ἡρακλῆς
ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν;
Ἀμφιτρύων
οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
Ἡρακλῆς
ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
Ἀμφιτρύων
ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. 1145
Ἡρακλῆς
οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
 
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
 
κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
 
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
 
τέκνοις δικαστὴς αἵματος γενήσομαι; 1150
 
ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,
 
δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου;
 
ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων
 
Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.
 
ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος 1155
 
ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν.
 
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
 
εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
 
φέρʼ ἄν τι κρατὶ περιβάλω σκότον.
 
αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· 1160
 
καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
 
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησεύς
ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς
 
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
 
σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. 1165
 
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
 
ὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκος
 
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
 
τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
 
σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, 1170
 
ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
 
ἔα·
 
τί νεκρῶν τῶνδε πληθύει πέδον;
 
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
 
ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα;
 
τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον; 1175
 
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
 
ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
Ἀμφιτρύων
ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ
Θησεύς
τί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις;
Ἀμφιτρύων
ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. 1180
Θησεύς
οἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς;
Ἀμφιτρύων
ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,
 
τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς.
Θησεύς
εὔφημα φώνει.
Ἀμφιτρύων
βουλομένοισιν ἐπαγγέλλῃ. 1185
Θησεύς
ὦ δεινὰ λέξας.
Ἀμφιτρύων
οἰχόμεθʼ οἰχόμεθα πτανοί.
Θησεύς
τί φῄς; τί δράσας;
Ἀμφιτρύων
μαινομένῳ πιτύλῳ πλαγχθεὶς
 
ἑκατογκεφάλου τε βαφαῖς ὕδρας. 1190
Θησεύς
Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον;
Ἀμφιτρύων
ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ
 
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
 
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
Θησεύς
φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; 1195
Ἀμφιτρύων
οὐκ ἂν εἰδείης ἕτερον
 
πολυμοχθότερον πολυπλαγκτότερόν
 
τε θνατῶν.
Θησεύς
τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Ἀμφιτρύων
αἰδόμενος τὸ σὸν ὄμμα
 
καὶ φιλίαν ὁμόφυλον 1200
 
αἷμά τε παιδοφόνον.
Θησεύς
ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν.
Ἀμφιτρύων
ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων
 
πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. 1205
 
βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,
 
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
 
γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε
 
δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- 1210
 
σχεθε λέοντος ἀγρίου θυμόν, ὡς
 
βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
 
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
Θησεύς
εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
 
αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. 1215
 
οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος,
 
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
 
τί μοι προσείων χεῖρα σημαίνεις φόνον;
 
ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
 
οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· 1220
 
καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον,
 
ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα.
 
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,
 
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
 
συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. 1225
 
ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα,
 
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,
 
φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται.
Ἡρακλῆς
Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων;
Θησεύς
ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. 1230
Ἡρακλῆς
τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ;
Θησεύς
τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
Ἡρακλῆς
φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν.
Θησεύς
οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
Ἡρακλῆς
ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι. 1235
Θησεύς
ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν.
Ἡρακλῆς
οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα.
Θησεύς
κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς.
Ἡρακλῆς
ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν;
Θησεύς
ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. 1240
Ἡρακλῆς
τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν.
Θησεύς
δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
Ἡρακλῆς
αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θησεύς
ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
Ἡρακλῆς
γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. 1245
Θησεύς
δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
Ἡρακλῆς
θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θησεύς
εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
Ἡρακλῆς
σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
Θησεύς
ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; 1250
Ἡρακλῆς
οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον.
Θησεύς
εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
Ἡρακλῆς
οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.
Θησεύς
οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
Ἡρακλῆς
ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις 1255
 
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
 
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
 
πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν
 
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
 
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. 1260
 
ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
 
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
 
Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο
 
Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
 
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· 1265
 
ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
 
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
 
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
 
ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
 
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; 1270
 
ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
 
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
 
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
 
τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
 
ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων 1275
 
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
 
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
 
ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
 
τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
 
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. 1280
 
ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
 
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
 
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
 
εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
 
ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; 1285
 
φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
 
κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
 
γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
 
Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
 
δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; 1290
 
κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
 
αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς
 
ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
 
ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·
 
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με 1295
 
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
 
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
 
Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
 
καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν,
 
ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. 1300
 
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
 
βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
 
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
 
κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.
 
ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, 1305
 
ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
 
ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ
 
τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα
 
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
 
Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. 1310
Χορός
οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
 
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ.
Θησεύς
 
παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
 
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
 
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. 1315
 
οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
 
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
 
πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως
 
Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες.
 
καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς 1320
 
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
 
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
 
ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
 
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
 
δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος. 1325
 
ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους
 
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
 
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
 
τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα
 
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται 1330
 
ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς,
 
θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι
 
τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
 
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
 
ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. 1335
 
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
 
τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
 
θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
 
ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
Ἡρακλῆς
οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν, 1340
 
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις
 
στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν
 
οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,
 
οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
 
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, 1345
 
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
 
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
 
μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
 
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
 
οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος. 1350
 
ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
 
τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
 
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
 
ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
 
ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ 1355
 
ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
 
νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
 
εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
 
ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
 
δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς 1360
 
δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
 
πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
 
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
 
διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
 
οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως 1365
 
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
 
ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
 
ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
 
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
 
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. 1370
 
σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
 
ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
 
μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
 
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
 
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι 1375
 
τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
 
τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
 
ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
 
ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
 
Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις 1380
 
παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
 
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
 
ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,
 
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
 
οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. 1385
 
ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς
 
κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,
 
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
 
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
 
κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον 1390
 
παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε
 
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
 
Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησεύς
ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις.
Ἡρακλῆς
οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. 1395
Θησεύς
καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ἡρακλῆς
φεῦ·
 
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησεύς
παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ.
Ἡρακλῆς
ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησεύς
ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. 1400
Ἡρακλῆς
παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν.
Θησεύς
δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ.
Ἡρακλῆς
ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
 
ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
Ἀμφιτρύων
ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. 1405
Ἡρακλῆς
Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
Θησεύς
ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ;
Ἡρακλῆς
ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω.
Ἀμφιτρύων
ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
Θησεύς
οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; 1410
Ἡρακλῆς
ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά.
Θησεύς
εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει.
Ἡρακλῆς
ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θησεύς
ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
Ἡρακλῆς
σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; 1415
Θησεύς
ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
Ἡρακλῆς
πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς;
Θησεύς
πρόβαινε.
Ἡρακλῆς
χαῖρʼ, ὦ πρέσβυ.
Ἀμφιτρύων
καὶ σύ μοι, τέκνον.
Ἡρακλῆς
θάφθʼ ὥσπερ εἶπον παῖδας.
Ἀμφιτρύων
ἐμὲ δὲ τίς, τέκνον;
Ἡρακλῆς
ἐγώ. 1420
Ἀμφιτρύων
πότʼ ἐλθών; 1420
Ἡρακλῆς
ἡνίκʼ ἂν θάψῃς τέκνα. 1420
Ἀμφιτρύων
πῶς;
Ἡρακλῆς
εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
 
ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ·
 
ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον,
 
Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες.
 
ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων 1425
 
ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.
Χορός
στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
 
τὰ μέγιστα φίλων ὀλέσαντες.
← Önceki 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi