Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 5

[Episode]
ὦ λευκὰ γήρᾳ σώματʼ 910
Χορός
ἀνακαλεῖς με τίνα 910
 
βοάν;
Ἄγγελος
ἄλαστα τἀν δόμοισι.
Χορός
μάντιν οὐχ
 
ἕτερον ἄξομαι.
Ἄγγελος
τεθνᾶσι παῖδες.
Χορός
αἰαῖ.
Ἄγγελος
στενάζεθʼ, ὡς στενακτά.
Χορός
δάιοι φόνοι,
 
δάιοι δὲ τοκέων χέρες· ὤ. 915
Ἄγγελος
οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
Χορός
πῶς παισὶ στενακτὰν ἄταν ἄταν
 
πατέρος ἀμφαίνεις;
 
λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
 
μέλαθρα κακὰ τάδε, 920
 
τλήμονάς τε παίδων τύχας;
Ἄγγελος
ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
 
καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν
 
ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
 
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων 925
 
πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν
 
εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.
 
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
 
ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος
 
ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς 930
 
παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,
 
ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
 
ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
 
ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.
 
ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· 935
 
Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
 
καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;
 
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·
 
ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,
 
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. 940
 
ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.
 
τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;
 
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
 
μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα
 
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα 945
 
στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
 
αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν
 
ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας
 
κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
 
διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ. 950
 
καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
 
Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
 
ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,
 
μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν
 
ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς, 955
 
κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
 
θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς
 
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
 
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
 
πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο 960
 
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
 
ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων
 
ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
 
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
 
Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως 965
 
τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,
 
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
 
πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
 
ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
 
καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως 970
 
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
 
ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν
 
μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
 
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
 
βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα 975
 
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
 
ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
 
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
 
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
 
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. 980
 
ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
 
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
 
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
 
ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
 
ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν. 985
 
φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
 
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
 
Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
 
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
 
ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, 990
 
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
 
μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
 
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
 
ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
 
χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν. 995
 
ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
 
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
 
ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
 
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
 
δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει. 1000
 
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
 
ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
 
Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
 
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
 
ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον 1005
 
καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
 
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
 
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
 
ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα 1010
 
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
 
ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
 
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
 
εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
 
παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
 
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. 1015
[Choral]
—ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
Χορός
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
 
τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ-
 
έδραμε τὰ τότε κακὰ τάλανι διογενεῖ κόρῳ. 1020
 
—μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
 
θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ
 
δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
 
—αἰαῖ, τίνα στεναγμὸν 1025
 
ἢ γόον ἢ φθιτῶν
 
ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
 
—φεῦ φεῦ·
 
ἴδεσθε, διάνδιχα κλῇθρα
 
κλίνεται ὑψιπύλων δόμων. 1030
 
—ἰώ μοι·
 
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
 
ἄθλια κείμενα δυστάνου,
 
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
 
—περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων 1035
 
ἐρείσμαθʼ Ἡράκλειον
 
ἀμφὶ δέμας τάδε λαΐνοις
 
ἀνημμένα κίοσιν οἴκων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi