Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 4

[Choral]
—ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται 875
Χορός
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·
 
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
 
ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
 
χορευθέντʼ ἐναύλοις.
 
—βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, 880
 
ἅρμασι δʼ ἐνδίδωσι
 
κέντρον ὡς ἐπὶ λώβᾳ
 
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
 
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
 
—ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, 885
 
ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.
Ἀμφιτρύων
ἰώ μοι μέλεος.
Χορός
—ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
 
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
 
κακοῖσιν ἐκπετάσουσιν. 890
Ἀμφιτρύων
ἰὼ στέγαι. 890
Χορός
—κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
 
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ
Ἀμφιτρύων
ἰὼ δόμοι.
Χορός
πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος
 
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. 895
Ἀμφιτρύων
φυγῇ, τέκνʼ, ἐξορμᾶτε.
Χορός
—δάιον τόδε
 
δάιον μέλος ἐπαυλεῖται.
 
κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι
 
Λύσσα βακχεύσει.
Ἀμφιτρύων
αἰαῖ κακῶν. 900
Χορός
—αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
 
πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν
 
τέκεα γεννᾶται.
 
—ἰδοὺ ἰδού,
 
θύελλα σείει δῶμα, συμπίπτει στέγη. 905
Ἡρακλῆς
ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;
 
τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς,
 
ἐς δόμους πέμπεις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi