Thesauros Edebiyat Tragedya Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Prologos

Ἀμφιτρύων
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
 
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
 
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
 
βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
 
ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. 25
 
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
 
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
 
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
 
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
 
Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. 30
 
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
 
Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
 
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
 
στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
 
ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον 35
 
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
 
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
 
ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
 
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
 
κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον, 40
← Önceki Prologos · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi