Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Eksodos

Ἑκάβη
εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;
Πολυμήστωρ
καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Ἑκάβη
χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυμήστωρ
σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. 995
Ἑκάβη
σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
Πολυμήστωρ
ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
Ἑκάβη
οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
Πολυμήστωρ
οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
Ἑκάβη
ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ — 1000
Πολυμήστωρ
τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
Ἑκάβη
χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυμήστωρ
ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
Ἑκάβη
μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυμήστωρ
τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας; 1005
Ἑκάβη
ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
Πολυμήστωρ
καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
Ἑκάβη
οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
Πολυμήστωρ
ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
Ἑκάβη
μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω. 1010
Πολυμήστωρ
ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
← Önceki Eksodos · 3 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi