Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Stasimon 3

[Episode]
ὦ τέκνον τέκνον ταλαίνας ματρός,
Ἑκάβη
τίνι μόρῳ θνῄσκεις, 695
 
τίνι πότμῳ κεῖσαι;
 
πρὸς τίνος ἀνθρώπων;
Θεράπαινα
οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις
Ἑκάβη
ἔκβλητον, ἢ πέσημα φοινίου δορός,
 
ἐν ψαμάθῳ λευρᾷ; 700
Θεράπαινα
πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Ἑκάβη
ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
 
ἐμῶν ὄψιν· οὔ με παρέβα
 
φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, 705
 
ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.
Χορός
τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη
ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, 710
 
ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός
οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη
ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
 
οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων; 715
 
ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
 
χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
 
μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας. 720
Χορός
ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
 
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
 
ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
 
Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. 725
Ἀγαμέμνων
Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
 
ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
 
μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
 
ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
 
σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. 730
 
ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
 
πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
 
ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
 
θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
 
δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. 735
Ἑκάβη
δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
 
Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
 
Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
Ἀγαμέμνων
τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
 
δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε; 740
Ἑκάβη
ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
 
γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
Ἀγαμέμνων
οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
 
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
Ἑκάβη
ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς 745
 
μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
Ἀγαμέμνων
εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
 
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
Ἑκάβη
οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
 
τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε; 750
 
τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
 
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
 
καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος
Ἀγαμέμνων
τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
 
αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι. 755
Ἑκάβη
οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη
 
αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
Ἀγαμέμνων
καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Ἑκάβη
οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
 
ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ; 760
Ἀγαμέμνων
ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Ἑκάβη
τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
Ἀγαμέμνων
ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
Ἑκάβη
οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.
Ἀγαμέμνων
ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι; 765
Ἑκάβη
ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
Ἀγαμέμνων
ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
Ἑκάβη
πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Ἀγαμέμνων
ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
Ἑκάβη
ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. 770
Ἀγαμέμνων
πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Ἑκάβη
ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Ἀγαμέμνων
θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Ἑκάβη
τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
Ἀγαμέμνων
ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν; 775
Ἑκάβη
τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
Ἀγαμέμνων
ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
Ἑκάβη
ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Ἀγαμέμνων
τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
Ἑκάβη
λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ. 780
Ἀγαμέμνων
κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Ἑκάβη
θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.
Ἀγαμέμνων
ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Ἑκάβη
ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Ἀγαμέμνων
φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή; 785
Ἑκάβη
οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
 
ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
 
ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
 
στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
 
τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, 790
 
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
 
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
 
κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
 
ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,
 
τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν 795
 
ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,
 
οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
 
ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
 
ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
 
Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα 800
 
καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
 
ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται,
 
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
 
κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
 
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον. 805
 
ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
 
οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς
 
ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
 
τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν,
 
εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα, 810
 
ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν
 
οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
 
ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
 
τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
 
μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, 815
 
Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
 
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
 
μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
 
πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
 
πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς; 820
 
οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
 
αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
 
καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
 
καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
 
Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται· 825
 
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
 
ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
 
ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
 
ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
 
χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ; 830
 
ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
 
φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
 
ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
 
τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
 
δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. 835
 
εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
 
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
 
ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
 
ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
 
κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους. 840
 
ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
 
πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
 
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
 
ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν
 
καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. 845
Χορός
δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
 
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
 
φίλους τιθέντες τούς γε πολεμιωτάτους
 
ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων
ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, 850
 
Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
 
καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
 
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
 
εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,
 
στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν 855
 
Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
 
ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
 
— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
 
τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλος
 
ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. — 860
 
πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις
 
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
 
βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Ἑκάβη
φεῦ.
 
οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·
 
ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, 865
 
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
 
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
 
ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις,
 
ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
 
σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν 870
 
τῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
 
ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία
 
πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
 
φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
 
τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς. 875
Ἀγαμέμνων
πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
 
λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
 
ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί;
 
τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Ἑκάβη
στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον. 880
Ἀγαμέμνων
τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη
σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων
καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη
δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
Ἀγαμέμνων
δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος. 885
Ἑκάβη
τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
 
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
 
ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
 
πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ
 
γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ 890
 
λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου
 
Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
 
καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους
 
τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς
 
Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, 895
 
ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,
 
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων
ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
 
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
 
νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός, 900
 
μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.
 
γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
 
ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
 
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
[Choral 1]
σὺ μέν, ὦ πατρὶς Ἰλιάς, 905
Χορός
τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·
 
τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
 
δορὶ δὴ δορὶ πέρσαν.
 
ἀπὸ δὲ στεφάναν κέκαρ- 910
 
σαι πύργων, κατὰ δʼ αἰθάλου
 
κηλῖδʼ οἰκτροτάταν κέχρω-
 
σαι· τάλαινʼ,
 
οὐκέτι σʼ ἐμβατεύσω.
 
μεσονύκτιος ὠλλύμαν,
 
ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις 915
 
σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν
 
θυσιᾶν καταλύσας
 
πόσις ἐν θαλάμοις ἔκει-
 
το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ, 920
 
ναύταν οὐκέθʼ ὁρῶν ὅμι-
 
λον Τροίαν
 
Ἰλιάδʼ ἐμβεβῶτα.
[Choral 2]
ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
Χορός
μίτραισιν ἐρρυθμιζόμαν
 
χρυσέων ἐνόπτρων λεύσ- 925
 
σουσʼ ἀτέρμονας εἰς αὐγάς,
 
ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
 
ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
 
κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί-
 
ας τόδʼ· Ὦ 930
 
παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν 930
 
Ἰλιάδα σκοπιὰν
 
πέρσαντες ἥξετʼ οἴκους;
 
λέχη δὲ φίλια μονόπεπλος
 
λιποῦσα, Δωρὶς ὡς κόρα,
 
σεμνὰν προσίζουσʼ οὐκ 935
 
ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
 
ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
 
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
 
πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ
 
νόστιμον 940
 
ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς 940
 
ὥρισεν Ἰλιάδος·
 
τάλαινʼ, ἀπεῖπον ἄλγει,
[Choral]
τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
Χορός
Ἰδαῖόν τε βούταν
 
αἰνόπαριν κατάρᾳ 945
 
διδοῦσʼ, ἐπεί με γᾶς ἐκ
 
πατρῴας ἀπώλεσεν
 
ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-
 
λάστορός τις οἰζύς·
 
ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν, 950
 
μήτε πα-
 
τρῷον ἵκοιτʼ ἐς οἶκον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi