Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 3

Θεράπαινα
γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
 
ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
 
κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται. 660
Χορός
τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
 
ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.
Θεράπαινα
Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
 
οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός
καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ 665
 
ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα
ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
 
δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
 
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Ἑκάβη
οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας. 670
 
ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
 
ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
 
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα
ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
 
θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται. 675
Ἑκάβη
οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
 
τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεράπαινα
ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
 
τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
 
εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας. 680
Ἑκάβη
οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
 
Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.
 
ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
 
ὦ τέκνον τέκνον,
 
αἰαῖ, κατάρχομαι γόων, 685
 
βακχεῖον ἐξ ἀλάστορος
 
ἀρτιμαθῆ νόμον.
Θεράπαινα
ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
Ἑκάβη
ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
 
ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ· 690
 
οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
 
μέρα μʼ ἐπισχήσει.
Χορός
δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi