Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 2

Ἑκάβη
σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
 
μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον, 605
 
τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
 
ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
 
κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
 
σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
 
βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός, 610
 
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
 
νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
 
λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;
 
οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —
 
κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα, 615
 
αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
 
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
 
λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
 
ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
 
ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε 620
 
Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
 
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
 
τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
← Önceki Epeisodion 2 · 7 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi