Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 2

Χορός
πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
Ἑκάβη
ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν, 585
 
πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
 
τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ
 
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
 
καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
 
οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός· 590
 
τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
 
γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
 
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
 
χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν
 
κακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶ 595
 
ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
 
ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
 
φύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;
 
ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;
 
ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς 600
 
δίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,
 
οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
 
καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
← Önceki Epeisodion 2 · 6 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi