Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 2

Ταλθύβιος
παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
 
χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. 565
 
ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
 
τέμνει σιδήρῳ πνεύματος διαρροάς·
 
κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμως
 
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
 
κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών. 570
 
ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
 
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
 
ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
 
φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
 
κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων 575
 
πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
 
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
 
οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
 
οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ
 
ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων 580
 
παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
 
πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
Χορός
δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
← Önceki Epeisodion 2 · 5 / 8 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi