Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Stasimon 1

[Choral 1]
αὔρα, ποντιὰς αὔρα,
Χορός
ἅτε ποντοπόρους κομί- 445
 
ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας,
 
ποῖ με τὰν μελέαν πορεύ-
 
σεις; τῷ δουλόσυνος πρὸς οἶ-
 
κον κτηθεῖσʼ ἀφίξομαι; ἢ
 
Δωρίδος ὅρμον αἴας; 450
 
ἢ Φθιάδος, ἔνθα τὸν
 
καλλίστων ὑδάτων πατέρα
 
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
 
ἢ νάσων, ἁλιήρει 455
 
κώπᾳ πεμπομέναν τάλαι-
 
ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
 
ἔνθα πρωτόγονός τε φοῖ-
 
νιξ δάφνα θʼ ἱεροὺς ἀνέ-
 
σχε πτόρθους Λατοῖ φίλᾳ ὠ- 460
 
δῖνος ἄγαλμα Δίας;
 
σὺν Δηλιάσιν τε κού-
 
ραισιν Ἀρτέμιδος θεᾶς
 
χρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω; 465
[Choral 2]
ἢ Παλλάδος ἐν πόλει
Χορός
τὰς καλλιδίφρους Ἀθα-
 
ναίας ἐν κροκέῳ πέπλῳ
 
ζεύξομαι ἆρα πώλους ἐν
 
δαιδαλέαισι ποικίλλουσʼ 470
 
ἀνθοκρόκοισι πήναις, ἢ
 
Τιτάνων γενεὰν
 
τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
 
ζει φλογμῷ Κρονίδας;
 
ὤ μοι τεκέων ἐμῶν, 475
 
ὤ μοι πατέρων χθονός θʼ,
 
ἃ καπνῷ κατερείπεται,
 
τυφομένα, δορίκτητος
 
Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί-
 
νᾳ χθονὶ δὴ κέκλημαι δού- 480
 
λα, λιποῦσʼ Ἀσίαν,
 
Εὐρώπας θεραπνᾶν ἀλλά-
 
ξασʼ Ἅιδα θαλάμους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi