Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 1

Πολυξένη
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
 
νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
 
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
 
ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
 
τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται, 360
 
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
 
προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
 
σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
 
λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
 
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν 365
 
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
 
οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
 
φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
 
ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
 
οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ 370
 
θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
 
μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
 
λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
 
θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
 
ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν, 375
← Önceki Epeisodion 1 · 8 / 12 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi