Thesauros Edebiyat Tragedya Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Stasimon 4

[Episode]
ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν 1025
Χορός
λέχριος ἐκπεσῇ φίλας καρδίας,
 
ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
 
Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
 
ὀλέθριον ὀλέθριον κακόν. 1030
 
ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
 
θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
 
ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
Πολυμήστωρ
ἔσωθεν
 
ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. 1035
Χορός
— ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
Πολυμήστωρ
ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
Χορός
— φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
Πολυμήστωρ
ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
 
βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς. 1040
Χορός
— ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
 
— βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
 
Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
Ἑκάβη
ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
 
οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, 1045
 
οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
Χορός
ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
 
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Ἑκάβη
ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
 
τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί, 1050
 
παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
 
σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
 
δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
 
ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
 
θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ. 1055
Πολυμήστωρ
ὤμοι ἐγώ, πᾷ βῶ,
 
πᾷ στῶ, πᾷ κέλσω;
 
τετράποδος βάσιν θηρὸς ὀρεστέρου
 
τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
 
ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς 1060
 
ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
 
αἵ με διώλεσαν;
 
τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
 
ὦ κατάρατοι, 1065
 
ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
 
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
 
ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
 
φέγγος ἐπαλλάξας.
 
ἆ ἆ, 1070
 
σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι 1070
 
τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
 
σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
 
θοίναν ἀγρίων θηρῶν τιθέμενος,
 
ἀρνύμενος λώβαν
 
λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας. 1075
 
ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
 
Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
 
σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
 
μερον τʼ οὐρείαν ἐκβολάν;
 
πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, 1080
 
ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
 
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
 
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορός
ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά· 1085
 
δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
 
δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
Πολυμήστωρ
αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
 
πλον εὔιππον Ἄρει κάτοχον γένος. 1090
 
ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
 
ὢ ἴτε· μόλετε πρὸς θεῶν.
 
κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
 
γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
 
δεινὰ πεπόνθαμεν. 1095
 
ὤμοι ἐμᾶς λώβας.
 
ποῖ τράπωμαι, ποῖ πορευθῶ;
 
ἀμπτάμενος οὐράνιον 1100
 
ὑψιπετὲς ἐς μέλαθρον,
 
Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
 
σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα 1105
 
μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
Χορός
συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
 
πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Ἀγαμέμνων
κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
 
πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν 1110
 
Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
 
πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
 
φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
Πολυμήστωρ
ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
 
φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν; 1115
Ἀγαμέμνων
ἔα·
 
Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
 
τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
 
παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
 
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυμήστωρ
Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν 1120
 
ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
Ἀγαμέμνων
τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
 
σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
Πολυμήστωρ
ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
 
σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν 1125
 
διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Ἀγαμέμνων
οὗτος, τί πάσχεις;
Πολυμήστωρ
πρὸς θεῶν σε λίσσομαι,
 
μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
Ἀγαμέμνων
ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
 
λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει 1130
 
κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
Πολυμήστωρ
λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
 
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
 
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
 
ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως. 1135
 
τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
 
ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
 
ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
 
Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
 
γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα 1140
 
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
 
κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
 
λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
 
Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
 
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον 1145
 
λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
 
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
 
χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
 
δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
 
ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ· 1150
 
πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
 
αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
 
θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
 
ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
 
ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι 1155
 
γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
 
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
 
τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
 
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
 
κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων 1160
 
εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
 
κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
 
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
 
καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
 
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν, 1165
 
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
 
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
 
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
 
ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
 
πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας 1170
 
κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
 
φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
 
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
 
ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
 
βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν 1175
 
πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
 
Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
 
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
 
ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
 
ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω· 1180
 
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
 
τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός
μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
 
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
 
πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι, 1185
 
αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
Ἑκάβη
Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
 
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
 
ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
 
εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς, 1190
 
καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
 
σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
 
ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
 
κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
 
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει· 1195
 
πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
 
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
 
Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
 
ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
 
τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος 1200
 
οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
 
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
 
ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
 
ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
 
πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε; 1205
 
ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
 
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
 
ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
 
Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
 
ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ, 1210
 
τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
 
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
 
ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
 
ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
 
καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο, 1215
 
ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
 
πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
 
χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
 
τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
 
δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον 1220
 
πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
 
σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
 
τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
 
καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
 
σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος· 1225
 
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
 
φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
 
εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
 
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
 
νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον, 1230
 
χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
 
αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
 
Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
 
οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
 
οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον· 1235
 
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
 
τοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.
Χορός
φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
 
χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων
ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, 1240
 
ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
 
πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
 
ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
 
οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
 
ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς. 1245
 
λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
 
τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
 
ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
 
πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
 
οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ 1250
 
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυμήστωρ
οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
 
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Ἀγαμέμνων
οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυμήστωρ
οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας. 1255
Ἑκάβη
ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυμήστωρ
χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
Ἑκάβη
οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
Πολυμήστωρ
ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —
Ἑκάβη
μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος; 1260
Πολυμήστωρ
κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Ἑκάβη
πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυμήστωρ
αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
Ἑκάβη
ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
Πολυμήστωρ
κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα. 1265
Ἑκάβη
πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυμήστωρ
ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
Ἑκάβη
σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυμήστωρ
οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
Ἑκάβη
θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον; 1270
Πολυμήστωρ
θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
Ἑκάβη
μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
Πολυμήστωρ
κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Ἑκάβη
οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
Πολυμήστωρ
καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν. 1275
Ἑκάβη
ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
Πολυμήστωρ
κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
Ἑκάβη
μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυμήστωρ
καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
Ἀγαμέμνων
οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν; 1280
Πολυμήστωρ
κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
Ἀγαμέμνων
οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
Πολυμήστωρ
ἀλγεῖς ἀκούων;
Ἀγαμέμνων
οὐκ ἐφέξετε στόμα;
Πολυμήστωρ
ἐγκλῄετʼ· εἴρηται γάρ.
Ἀγαμέμνων
οὐχ ὅσον τάχος
 
νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που, 1285
 
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
 
Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
 
στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
 
σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
 
πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ. 1290
 
εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
 
ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
Χορός
ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
 
τῶν δεσποσύνων πειρασόμεναι
 
μόχθων· στερρὰ γὰρ ἀνάγκη. 1295
← Önceki 10 / 10

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi