Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 3

[Episode]
λιβὰς ἀνήλιος, ἁ τάλαιν’
Παῖς
ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν 535
 
μῆχος ἐξανύσωμαι;
Μενέλαος
τί με προσπίτνεις, ἁλίαν πέτραν
 
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
 
τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία,
 
σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι 540
 
μέγ’ ἀναλώσας ψυχῆς μόριον
 
Τροίαν εἷλον καὶ μητέρα σήν·
 
ἧς ἀπολαύων
 
Ἅιδην χθόνιον καταβήσῃ.
Χορός
καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, 545
 
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλεύς
ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ,
 
τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
 
δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι;
 
Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης 550
 
ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
 
σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν
 
ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ
← Önceki Stasimon 3 · 3 / 15 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi