Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 2

[Choral 1]
οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν
Χορός
οὐδ’ ἀμφιμάτορας κόρους,
 
ἔριδας οἴκων δυσμενεῖς τε λύπας.
 
μίαν μοι στεργέτω πόσις γάμοις
 
ἀκοινώ-
 
νητον ἀνδρὸς εὐνάν. 470
 
οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
 
μιᾶς ἀμείνονες φέρειν,
 
ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις· 475
 
τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν
 
ἔριν Mοῦ-
 
σαι φιλοῦσι κραίνειν.
[Choral 2]
πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,
Χορός
κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, 480
 
σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον
 
φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
 
ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα
 
κατά τε πόλιας, ὁπόταν εὑ-
 
ρεῖν θέλωσι καιρόν. 485
 
ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα
 
Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ,
 
κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν
 
παῖδά τε δύσφρονος ἔριδος ὕπερ. 490
 
ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
 
ἔτι σε, πότνια, μετατροπὰ
 
τῶνδ’ ἔπεισιν ἔργων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi