Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 1

Ἀνδρομάχη
πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου
 
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς.
 
μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
 
ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων 230
 
φεύγειν τρόπους χρὴ τέκν’, ὅςοις ἔνεστι νοῦς.
Χορός
δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται,
 
τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
Ἑρμιόνη
τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων,
 
ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; 235
Ἀνδρομάχη
οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις.
Ἑρμιόνη
ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
Ἀνδρομάχη
νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
Ἑρμιόνη
σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ.
Ἀνδρομάχη
οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι; 240
Ἑρμιόνη
τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ἀνδρομάχη
ναί,
 
καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.
Ἑρμιόνη
οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ἀνδρομάχη
κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
Ἑρμιόνη
σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ. 245
← Önceki Epeisodion 1 · 5 / 7 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi