Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Parodos

[Choral 1]
ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
Χορός
δαρὸν οὐδὲ λείπεις,
 
Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
 
εἴ τί σοι δυναίμαν 120
 
ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
 
οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
 
τλάμον’ ἀμφὶ λέκτρων
 
διδύμων ἐπίκοινον ἐοῦσαν
 
ἀμφὶ παῖδ’ Ἀχιλλέως. 125
 
γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
 
δεσπόταις ἁμιλλᾷ
 
Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
 
λεῖπε δεξίμηλον
 
δόμον τᾶς ποντίας θεοῦ. τί σοι 130
 
καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
 
δεσποτῶν ἀνάγκαις;
 
τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον
 
οὐδὲν οὖσα μοχθεῖς;
[Choral 2]
ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, 135
Χορός
γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας
 
δμωὶς ἐπ’ ἀλλοτρίας
 
πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς
 
σῶν, ὦ δυστυχεστάτα,
 
παντάλαινα νύμφα. 140
 
οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους
 
δεσποτῶν ἐμῶν· φόβῳ δ’
 
ἡσυχίαν ἄγομεν—
 
τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω—
 
μὴ παῖς τᾶς Διὸς κόρας 145
 
σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.
 
 

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi