Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 5

[Choral 1]
ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
Πηλεύς
καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ,
 
ἒ ἔ· ὦ παῖ,
 
μήποτε σῶν λεχέων τὸ δυσώνυμον
 
ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον 1190
 
ἀμφιβαλέσθαι
 
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,
 
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι·
 
μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς
 
αἷμα τὸ διογενές ποτε Φοίβου 1195
 
βροτὸς εἰς θεὸν ἀνάψαι.
[Choral 2]
ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
Χορός
νόμῳ τῷ
 
νερτέρων κατάρξω.
Πηλεύς
ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ 1200
 
γέρων καὶ
 
δυστυχὴς δακρύω.
Χορός
θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
Πηλεύς
ὦ φίλος,
 
δόμον ἔλιπες ἔρημον, 1205
← Önceki Stasimon 5 · 2 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi