Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 5

[Choral]
καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην
Χορός
Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
 
τλήμων ὁ παθών, τλήμων δέ, γέρον,
 
καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον
 
σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· 1170
 
αὐτός τε κακοῖς πήμασι κύρσας
 
εἰς ἓν μοίρας συνέκυρσας.
[Choral 1]
ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
Πηλεύς
καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.
 
ἰώ μοί μοι, αἰαῖ, 1175
 
ὦ πόλι Θεσσαλία, διολώλαμεν,
 
οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα
 
λείπεται οἴκοις·
 
ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα
 
δὴ φίλον αὐγὰς βάλλων τέρψομαι; 1180
 
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
 
εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων
 
Σιμοεντίδα παρ’ ἀκτάν.
Χορός
οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,
 
θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον. 1185
← Önceki bölüm Stasimon 5 · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi