Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 4

[Episode]
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
Ἑρμιόνη
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν 945
 
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
 
ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
 
ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
 
πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι
 
νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε 950
 
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
 
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
 
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
 
συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν 955
 
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ὀρέστης
σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
 
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
 
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
 
ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος, 960
 
φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς
 
εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ
 
γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.
← Önceki Stasimon 4 · 7 / 11 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi