Thesauros Edebiyat Tragedya Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Prologos

Θεράπαινα
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
 
οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
 
Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.
Ἀνδρομάχη
ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ
 
τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— 65
 
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
 
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
θεράπαινα
τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
 
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
Ἀνδρομάχη
οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; 70
 
πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.
Θεράπαινα
οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
 
φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
Ἀνδρομάχη
ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε
 
δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος 75
 
πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.
Θεράπαινα
δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς
 
κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.
Ἀνδρομάχη
οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;
Θεράπαινα
γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. 80
← Önceki Prologos · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi