Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Epeisodion 4

Ἄγγελος
Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·
 
αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
 
ἤτοι θανόντας ἢ φάος δεδορκότας.
 
κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
 
πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος 1195
 
πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
 
τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
 
ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,
 
ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
 
πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν. 1200
 
ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
 
βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·
 
ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν
 
ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς
 
πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους 1205
 
ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
 
κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη
 
Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·
 
ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
 
κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν 1210
← Önceki Epeisodion 4 · 3 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi