Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ. 1050
Ἱππόλυτος
οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
 
δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύς
πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
 
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος
οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων 1055
 
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς
ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
 
κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
 
φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτος
ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα, 1060
 
ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
 
οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
 
μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύς
οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
 
οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς; 1065
Ἱππόλυτος
ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
 
δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
Θησεύς
ὅστις γυναικῶν λυμεῶνας ἥδεται
 
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
← Önceki Stasimon 3 · 13 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi