Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον 1010
Ἱππόλυτος
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
 
μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
 
ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
 
ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
 
θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία. 1015
 
ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
 
πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος
 
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
 
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν
 
κρείσσω δίδωσι τῆς τυραννίδος χάριν. 1020
 
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
 
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
 
καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
 
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
 
νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς 1025
 
ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
 
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
 
ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
 
ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
← Önceki Stasimon 3 · 11 / 17 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi