Epeisodion 3
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορός
— φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφός
οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον
780
σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης;
Χορός
— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους
λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;
τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
785
Τροφός
ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν·
πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορός
— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησεύς
γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή;
790
ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;