Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 2

[Episode]
τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
Χορός
ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
 
φρένας ἐπίσσυτος;
Φαίδρα
ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις 575
 
ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χορός
σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα
 
φάτις δωμάτων.
 
ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
Φαίδρα
ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ
 
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χορός
ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω· 585
 
γεγωνεῖ δ’ ὅπᾳ
 
διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
Φαίδρα
καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
 
τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος. 590
Χορός
ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
 
τί σοι μήσομαι;
 
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —
Φαίδρα
αἰαῖ, ἒ ἔ.
Χορός
πρόδοτος ἐκ φίλων. 595
Φαίδρα
ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,
 
φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.
Χορός
πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;
Φαίδρα
οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,
 
τῶν νῦν παρόντων πημάτων ἄκος μόνον. 600
Ἱππόλυτος
ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,
 
οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.
Τροφός
σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.
Ἱππόλυτος
οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.
Τροφός
ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου. 605
Ἱππόλυτος
οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
Τροφός
ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
Ἱππόλυτος
τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
Τροφός
ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ἱππόλυτος
τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν. 610
Τροφός
ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
Ἱππόλυτος
ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφός
ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
Ἱππόλυτος
ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφός
σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον. 615
Ἱππόλυτος
ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
 
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
 
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
 
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
 
ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς 620
 
ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
 
παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
 
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
 
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
 
νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν 625
 
μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.
 
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
 
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
 
φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
 
ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν 630
 
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
 
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
 
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
 
ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς
 
γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος, 635
 
ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς
 
λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.
 
ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
 
εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
 
σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις 640
 
εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
 
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
 
ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
 
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
 
χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν, 645
 
ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
 
θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
 
μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
 
νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ
 
βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι. 650
 
ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
 
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
 
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
 
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
 
ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ; 655
 
εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·
 
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
 
οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.
 
νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς
 
Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα. 660
 
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
 
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·
 
τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
 
ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
 
γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν· 665
 
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
 
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
 
ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.
[Episode 1]
τάλανες ὦ κακοτυχεῖς
Φαίδρα
γυναικῶν πότμοι.
 
τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας 670
 
σφαλεῖσαι κάθαμμα λύειν λόγους;
 
ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.
 
πᾷ ποτ’ ἐξαλύξω τύχας;
 
πῶς δὲ πῆμα κρύψω, φίλαι;
 
τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν 675
 
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
 
φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος
 
πέραν δυσεκπέρατον ἔρχεται βίου.
 
κακοτυχεστάτα γυναικῶν ἐγώ.
Χορός
φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι, 680
 
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.
Φαίδρα
ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
 
οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
 
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
 
οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; — 685
 
σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;
 
σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς
 
θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
 
οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
 
ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας, 690
 
ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,
 
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
 
ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους
 
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
Τροφός
δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά· 695
 
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
 
ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.
 
ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι
 
ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.
 
εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ· 700
 
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Φαίδρα
ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
 
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
Τροφός
μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
 
ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον. 705
Φαίδρα
παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
 
παρῄνεσάς μοι κἀπεχείρησας κακά.
 
ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
 
φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.
 
ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι, 710
 
τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,
 
σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.
Χορός
ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
 
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
Φαίδρα
καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ 715
 
εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
 
ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,
 
αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
 
οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,
 
οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι 720
 
αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
Χορός
μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
Φαίδρα
θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.
Χορός
εὔφημος ἴσθι.
Φαίδρα
καὶ σύ γ’ εὖ με νουθέτει.
 
ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με, 725
 
ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ
 
τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.
 
ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι
 
θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς
 
ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι 730
 
κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.
[Choral 1]
Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
Χορός
ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι
 
ποταναῖς θεὸς ἐνθείη·
 
ἀρθείην δ’ ἐπὶ πόντιον 735
 
κῦμα τᾶς Ἀδριηνᾶς
 
ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ·
 
ἔνθα πορφύρεον σταλάσ-
 
σουσιν ἐς οἶδμα πατρὸς τάλαι-
 
ναι κόραι Φαέθοντος οἴ-
 
κτῳ δακρύων 740
 
τὰς ἠλεκτροφαεῖς αὐγάς.
 
Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν
 
ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο-
 
μέδων πορφυρέας λίμνας
 
ναύταις οὐκέθ’ ὁδὸν νέμει, 745
 
σεμνὸν τέρμονα κυρῶν
 
οὐρανοῦ, τὸν Ἄτλας ἔχει·
 
κρῆναί τ’ ἀμβρόσιαι χέον-
 
ται Ζηνὸς μελάθρων παρὰ κοί-
 
ταις, ἵν’ ἁ βιόδωρος αὔ- 750
 
ξει ζαθέα 750
 
χθὼν εὐδαιμονίαν θεοῖς.
[Choral 2]
ὦ λευκόπτερε Κρησία
Χορός
πορθμίς, ἃ διὰ πόντιον
 
κῦμ’ ἁλίκτυπον ἅλμας
 
ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων, 755
 
κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων
 
ἁ Κρησίας ἐκ γᾶς δύσορ-
 
νις ἔπτατο κλεινὰς Ἀθή-
 
νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ-
 
δήσαντο πλεκτὰς πεισμάτων 760
 
ἀρχάς, ἐπ’ ἀ-
 
πείρου τε γᾶς ἔβασαν.
 
ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ-
 
των δεινᾷ φρένας Ἀφροδί- 765
 
τας νόσῳ κατεκλάσθη·
 
χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων
 
ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον
 
λευκᾷ καθαρμόζουσα δεί-
 
ρᾳ, δαίμονα στυγνὸν καται- 770
 
δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ-
 
αιρουμένα φήμαν, ἀπαλ-
 
λάσσουσά τ’ ἀλ-
 
γεινὸν φρενῶν ἔρωτα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi