Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
Φαίδρα
τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ, 405
 
γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
 
μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
 
ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
 
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
 
τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν. 410
 
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
 
ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
 
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
 
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
 
αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι, 415
 
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
 
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
 
τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
 
ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,
 
ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ, 420
 
μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι
 
παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
 
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.
← Önceki Stasimon 1 · 13 / 20 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi