Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Parodos

[Episode]
ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει
Ἱππόλυτος
τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, 80
 
τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
 
ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
 
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
 
μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
 
σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, 85
 
κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
 
τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
Θεράπων
ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
 
ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν. 90
Θεράπων
οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος
Ἱππόλυτος
οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
Θεράπων
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος
ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων
ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις; 95
Ἱππόλυτος
πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεράπων
ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος
εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
← Önceki Parodos · 2 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi