Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Parodos

[Episode]
ἕπεσθ’ ἀείδοντες ἕπεσθε
Ἱππόλυτος
τὰν Διὸς οὐρανίαν
 
Ἄρτεμιν, ᾇ μελόμεσθα. 60
Χορός Κυνηγῶν
πότνια πότνια σεμνοτάτα,
 
Ζανὸς γένεθλον,
 
χαῖρε, χαῖρέ μοι, ὦ κόρα
 
Λατοῦς Ἄρτεμι καὶ Διός, 65
 
καλλίστα πολὺ παρθένων,
 
ἃ μέγαν κατ’ οὐρανὸν
 
ναίεις εὐπατέρειαν αὐ-
 
λάν, Ζηνὸς πολύχρυσον οἶκον.
 
χαῖρέ μοι, ὦ καλλίστα καλ- 70
 
λίστα τῶν κατ’ Ὄλυμπον.
 
παρθένων, Ἄρτεμι.
Ἱππόλυτος
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
 
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
 
ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ 75
 
οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον
 
μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
 
Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
← Önceki bölüm Parodos · 1 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi