Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
κακόν, οὐδὲ μέλλει,
Ἱππόλυτος
ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ-
 
δὲν ὄντ’ ἐπαίτιον κακῶν;
 
ἰώ μοί μοι·
 
— τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ- 1385
 
γήτου πάθους; εἴθε με κοι-
 
μάσειε τὸν δυσδαίμον’ Ἅι-
 
δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
Ἄρτεμις
ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
 
τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν. 1390
Ἱππόλυτος
ἔα·
 
ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
 
ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
 
ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
Ἄρτεμις
ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος
ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον; 1395
Ἄρτεμις
ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος
οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
Ἄρτεμις
οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
Ἱππόλυτος
οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
← Önceki Stasimon 5 · 6 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi