Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε
Ἱππόλυτος
τὸν κακοδαίμονα καὶ κατάρατον
 
πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
 
ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
 
ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν 1365
 
προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας
 
ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως
 
τῆς εὐσεβίας
 
εἰς ἀνθρώπους ἐπόνησα.
 
αἰαῖ αἰαῖ· 1370
 
καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
 
μέθετέ με, τάλανες —
 
καί μοι θάνατος Παιὰν ἔλθοι.
 
προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-
 
μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι, 1375
 
διαμοιρᾶσαι
 
διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
 
ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
 
μιαιφόνων τε συγγόνων παλαιῶν
 
προγεννητόρων ἐξορίζεται 1380
← Önceki Stasimon 5 · 5 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi