Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χορός
καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
 
σάρκας νεαρὰς ξανθόν τε κάρα
 
διαλυμανθείς. ὦ πόνος οἴκων,
 
οἷον ἐκράνθη δίδυμον μελάθροις 1345
 
πένθος θεόθεν καταληπτόν.
Ἱππόλυτος
αἰαῖ αἰαῖ·
 
δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
 
χρησμοῖς ἀδίκοις διελυμάνθην.
 
ἀπόλωλα τάλας, οἴμοι μοι. 1350
 
διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,
 
κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.
 
σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.
 
ἓ ἕ·
 
ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς 1355
 
βόσκημα χερός,
 
διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.
 
φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,
 
χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
 
τίς ἐφέστηκεν δεξιὰ πλευροῖς; 1360
← Önceki Stasimon 5 · 4 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi