Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
Ἄρτεμις
σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν
 
ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
Θησεύς
δέσποιν’, ὀλοίμην. 1325
Ἄρτεμις
δείν’ ἔπραξας, ἀλλ’ ὅμως 1325
 
ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
 
Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε,
 
πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος·
 
οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
 
τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί. 1330
 
ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη
 
οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ
 
ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
 
θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
 
τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης· 1335
 
ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ
 
λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
 
μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,
 
λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
 
θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς 1340
← Önceki Stasimon 5 · 3 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi