Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
Ἄρτεμις
παῖδ’ ἐπακοῦσαι·
 
Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ. 1285
 
Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
 
παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας,
 
ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
 
ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.
 
πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις 1290
 
δέμας αἰσχυνθείς,
 
ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον
 
πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;
 
ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι
 
κτητὸν βιότου μέρος ἐστίν. 1295
 
ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν·
 
καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε.
 
ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
 
τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ,
 
καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ 1300
 
γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν
 
ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
← Önceki bölüm Stasimon 5 · 1 / 10 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi