Thesauros Edebiyat Tragedya Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Prologos

Ἀφροδίτη
ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι
 
Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ
 
πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.
 
ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων
 
σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων 25
 
Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ
 
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
 
ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
 
καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
 
πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον 30
 
γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,
 
ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι
 
τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.
 
ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,
 
μίασμα φεύγων αἵματος Παλλαντιδῶν, 35
 
καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
 
ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
 
ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
 
κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται
 
σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. 40
← Önceki Prologos · 2 / 3 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi