Thesauros Edebiyat Tragedya Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 4

Χορός
ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;
Ἀθηνᾶ
πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.
Χορός
καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
Ἀθηνᾶ
ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν. 895
Χορός
σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
Ἀθηνᾶ
τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
Χορός
καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
Ἀθηνᾶ
ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
Χορός
θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου. 900
Ἀθηνᾶ
τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.
Χορός
τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;
Ἀθηνᾶ
ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
 
καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
 
ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα 905
 
εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·
 
καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
 
ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
 
καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
 
τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις. 910
 
στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
 
τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.
 
τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ
 
πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
 
τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. 915

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi