Thesauros Edebiyat Tragedya Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 3

[Choral 1]
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
Χορός
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
 
ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος 780
 
ἐν γᾷ τᾷδε, φεῦ,
 
ἰὸν ἰὸν ἀντιπενθῆ
 
μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
 
ἄφορον· ἐκ δὲ τοῦ
 
λειχὴν ἄφυλλος, ἄτεκνος, 785
 
ἰὼ δίκα, πέδον ἐπισύμενος
 
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
 
στενάζω· τί ῥέξω;
 
γελῶμαι πολίταις.
 
δύσοισθʼ ἅπαθον. 790
 
ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς
 
Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ
ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
 
οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη 795
 
ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
 
ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
 
αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
 
ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
 
ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ 800
 
βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν
 
τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα,
 
βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
 
ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
 
ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς 805
 
λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις
 
ἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.
Χορός
ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
 
καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
 
ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος 810
 
ἐν γᾷ τᾷδε, φεῦ,
 
ἰὸν ἰὸν ἀντιπενθῆ
 
μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
 
ἄφορον· ἐκ δὲ τοῦ
 
λειχὴν ἄφυλλος, ἄτεκνος, 815
 
ἰὼ δίκα, πέδον ἐπισύμενος
 
βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
 
στενάζω· τί ῥέξω;
 
γελῶμαι πολίταις·
 
δύσοισθʼ ἅπαθον. 820
 
ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
 
Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ
οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν
 
θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. 825
 
κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
 
καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
 
ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
 
ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ
 
γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί, 830
 
καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
 
κοίμα κελαινοῦ κύματος πικρὸν μένος
 
ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
 
πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια
 
θύη πρὸ παίδων καὶ γαμηλίου τέλους 835
 
ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.
[Choral 2]
ἐμὲ παθεῖν τάδε, φεῦ,
Χορός
ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
 
φεῦ, ἀτίετον μύσος.
 
πνέω τοι μένος ἅπαντά τε κότον. 840
 
οἶ οἶ δᾶ, φεῦ.
 
τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;
 
θυμὸν ἄιε, μᾶτερ
 
Νύξ· ἀπὸ γάρ με τι- 845
 
μᾶν δαναιᾶν θεῶν
 
δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ
ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
 
καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·
 
φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. 850
 
ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
 
γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.
 
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
 
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
 
ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως 855
 
τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,
 
ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.
 
σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
 
μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
 
νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, 860
 
μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,
 
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
 
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
 
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
 
ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· 865
 
ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην
 
τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
 
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
 
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορός
ἐμὲ παθεῖν τάδε, φεῦ, 870
 
ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
 
φεῦ, ἀτίετον μύσος.
 
πνέω τοι μένος ἅπαντά τε κότον.
 
οἶ οἶ δᾶ, φεῦ.
 
τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς; 875
 
θυμὸν ἄιε, μᾶτερ
 
Νύξ· ἀπὸ γάρ με τι-
 
μᾶν δαναιᾶν θεῶν
 
δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι. 880
Ἀθηνᾶ
οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
 
ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
 
θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
 
ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.
 
ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας; 885
 
γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
 
σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
 
οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει
 
μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.
 
ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς 890
 
εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi