Thesauros Edebiyat Tragedya Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 3

Ἀθηνᾶ
κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
 
ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ
 
σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
 
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
 
πληρουμένου γὰρ τοῦδε βουλευτηρίου 570
 
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
 
πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον
 
καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.
Χορός
ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
 
τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. 575
Ἀπόλλων
καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ
 
ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος
 
ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος—
 
καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω
 
τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε 580
 
ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην.
Ἀθηνᾶ
ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην·
 
ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
 
γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
Χορος
πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. 585
 
ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς
 
τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας.
Ὀρέστης
ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει.
Χορός
ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων.
Ὀρέστης
οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. 590
Χορός
εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες.
Ὀρέστης
λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
Χορός
πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν;
Ὀρέστης
τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι.
Χορός
ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; 595
Ὀρέστης
καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
Χορός
ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα.
Ὀρέστης
πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ.
Χορός
νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
Ὀρέστης
δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. 600
Χορός
πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ὀρέστης
ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.
Χορός
τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ.
Ὀρέστης
τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορός
οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. 605
Ὀρέστης
ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
Χορός
πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε,
 
ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
Ὀρέστης
ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,
 
Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. 610
 
δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.
 
ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ
 
δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
Ἀπόλλων
λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν
 
θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι. 615
 
οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
 
οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
 
ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.
 
τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,
 
βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός· 620
 
ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Χορός
Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
 
φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
 
πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Ἀπόλλων
οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν 625
 
διοσδότοις σκήπτροισι τιμαλφούμενον,
 
καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
 
τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,
 
ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι
 
ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. 630
 
ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
 
τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,
 
δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
 
φᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονι
 
κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ. 635
 
ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
 
τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
 
ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,
 
ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
Χορός
πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· 640
 
αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
 
πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
 
ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.
Ἀπόλλων
ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
 
πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος 645
 
καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
 
ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις
 
ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.
 
τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
 
οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω 650
 
στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
Χορός
πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·
 
τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι
 
ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;
 
ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; 655
 
ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
Ἀπόλλων
καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.
 
οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου
 
τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
 
τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη 660
 
ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
 
τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
 
πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας
 
μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
 
οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη, 665
 
ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
 
ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,
 
τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
 
καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,
 
ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου 670
 
καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,
 
καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι
 
στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
Ἀθηνᾶ
ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν
 
ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων; 675
Χορός
ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
 
μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
Ἀθηνᾶ
τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;
Ἀπόλλων
ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ
 
ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. 680
Ἀθηνᾶ
κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
 
πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
 
ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
 
αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
 
πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν 685
 
σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον
 
στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
 
τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,
 
Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος
 
πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας 690
 
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
 
σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,
 
αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους
 
κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ
 
λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν. 695
 
τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον
 
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
 
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
 
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
 
τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας 700
 
ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον
 
ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
 
οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
 
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
 
αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ 705
 
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
 
ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν
 
ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
 
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
 
αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. 710
Χορός
καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς
 
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Ἀπόλλων
κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
 
ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.
Χορός
ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις, 715
 
μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.
Ἀπόλλων
ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
 
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορός
λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
 
βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν. 720
Ἀπόλλων
ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
 
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.
Χορός
τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
 
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Ἀπόλλων
οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν, 725
 
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
Χορός
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
 
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
Ἀπόλλων
σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος
 
ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. 730
Χορός
ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
 
δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,
 
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ
ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.
 
ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι. 735
 
μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,
 
τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
 
ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.
 
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
 
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. 740
 
νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
 
ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,
 
ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.
Ὀρέστης
ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
Χορός
ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε; 745
Ὀρέστης
νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.
Χορός
ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.
Ἀπόλλων
πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
 
τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει.
 
γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα, 750
 
βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.
Ἀθηνᾶ
ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·
 
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
Ὀρέστης
ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.
 
γαίας πατρῴας ἐστερημένον σύ τοι 755
 
κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,
 
Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
 
οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
 
ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
 
σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον 760
 
σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
 
ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
 
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
 
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
 
μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς 765
 
ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.
 
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
 
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
 
ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
 
ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους 770
 
τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·
 
ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
 
τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
 
αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
 
καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· 775
 
πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
 
σωτήριόν τε καὶ δορὸς νικηφόρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi