Epeisodion 4
Αἴγισθος
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
840
μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις
γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
845
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.
850
Αἴγισθος
ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,
εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.