Thesauros Edebiyat Tragedya Χοηφóρoι

Χοηφóρoι

Χοηφóρoι Aeschylus

Stasimon 5

[Episode]
αἰαῖ αἰαῖ μελέων ἔργων·
Χορός
στυγερῷ θανάτῳ διεπράχθης.
 
ἒ ἔ,
 
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι 1010
 
φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
 
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
 
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
 
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
 
πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε. 1015
 
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
 
ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
Χορός
οὔτις μερόπων ἀσινὴς βίοτον
 
διὰ παντὸς ἀπήμονʼ ἀμείψει.
 
ἒ ἔ, 1020
 
μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει. 1020
Ὀρέστης
ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,
 
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
 
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
 
φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
 
ᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ. 1025
 
ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοις
 
κτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,
 
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
 
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
 
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶ 1030
 
πράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆς
 
εἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·
 
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
 
καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένος
 
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι 1035
 
μεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,
 
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
 
φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίαν
 
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
 
καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ
 
τάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω· 1040
 
ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
 
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορός
ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμα
 
φήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά, 1045
 
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
 
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
ἆ, ἆ.
 
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
 
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
 
πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ. 1050
Χορός
τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,
 
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
 
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι· 1055
 
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
 
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορός
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
 
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. 1060
Ὀρέστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·
 
ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.
Χορός
ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρων
 
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
 
ὅδε τοι μελάθροις τοῖς βασιλείοις 1065
 
τρίτος αὖ χειμὼν
 
πνεύσας γονίας ἐτελέσθη.
 
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
 
μόχθοι τάλανές τε Θυέστου·
 
δεύτερον ἀνδρὸς βασίλεια πάθη· 1070
 
λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶν
 
πολέμαρχος ἀνήρ·
 
νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
 
ἢ μόρον εἴπω;
 
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει 1075
 
μετακοιμισθὲν μένος ἄτης;
← Önceki 12 / 12

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi