Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 4

Κλυταιμήστρα
εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, 1035
 
ἐπεί σʼ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
 
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
 
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
 
ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.
 
καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ 1040
 
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
 
εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,
 
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
 
οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,
 
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. 1045
 
ἔχεις παρʼ ἡμῶν οἷά περ νομίζεται.
Χορός
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
 
ἐντός δʼ ἂν οὖσα μορσίμων ἀγρευμάτων
 
πείθοιʼ ἄν, εἰ πείθοιʼ· ἀπειθοίης δʼ ἴσως.
Κλυταιμήστρα
ἀλλʼ εἴπερ ἐστι μὴ χελιδόνος δίκην 1050
 
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
 
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
Χορός
ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
 
πιθοῦ λιποῦσα τόνδʼ ἁμαξήρη θρόνον.
Κλυταιμήστρα
οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρα 1055
 
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
 
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
 
ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.
 
σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
 
εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον, 1060
 
σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
Χορός
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
 
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
Κλυταιμήστρα
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
 
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον 1065
 
ἥκει, χαλινὸν δʼ οὐκ ἐπίσταται φέρειν,
 
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
 
οὐ μὴν πλέω ῥίψασʼ ἀτιμασθήσομαι.
Χορός
ἐγὼ δʼ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
 
ἴθʼ, ὦ τάλαινα, τόνδʼ ἐρημώσασʼ ὄχον, 1070
 
εἴκουσʼ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi