Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 1

[Episode]
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία 355
Χορός
μεγάλων κόσμων κτεάτειρα,
 
ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
 
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
 
μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
 
μέγα δουλείας 360
 
γάγγαμον, ἄτης παναλώτου.
 
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
 
τὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳ
 
τείνοντα πάλαι τόξον, ὅπως ἂν
 
μήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρων 365
 
βέλος ἠλίθιον σκήψειεν.
[Choral 1]
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
Χορός
πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι.
 
ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
 
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν 370
 
ὅσοις ἀθίκτων χάρις
 
πατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής.
 
πέφανται δʼ ἐκτίνουσʼ
 
ἀτολμήτων ἀρὴ 375
 
πνεόντων μεῖζον ἢ δικαίως,
 
φλεόντων δωμάτων ὑπέρφευ
 
ὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή-
 
μαντον, ὥστʼ ἀπαρκεῖν
 
εὖ πραπίδων λαχόντα. 380
 
οὐ γὰρ ἔστιν ἔπαλξις
 
πλούτου πρὸς κόρον ἀνδρὶ
 
λακτίσαντι μέγαν Δίκας
 
βωμὸν εἰς ἀφάνειαν.
 
βιᾶται δʼ ἁ τάλαινα πειθώ, 385
 
προβούλου παῖς ἄφερτος ἄτας.
 
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
 
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
 
κακοῦ δὲ χαλκοῦ τρόπον 390
 
τρίβῳ τε καὶ προσβολαῖς
 
μελαμπαγὴς πέλει
 
δικαιωθείς, ἐπεὶ
 
διώκει παῖς ποτανὸν ὄρνιν,
 
πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς. 395
 
λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·
 
τὸν δʼ ἐπίστροφον τῶν
 
φῶτʼ ἄδικον καθαιρεῖ.
 
οἷος καὶ Πάρις ἐλθὼν
 
ἐς δόμον τὸν Ἀτρειδᾶν 400
 
ᾔσχυνε ξενίαν τράπε-
 
ζαν κλοπαῖσι γυναικός.
[Choral 2]
λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς
Χορός
τε καὶ κλόνους λογχίμους
 
ναυβάτας θʼ ὁπλισμούς, 405
 
ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν
 
βέβακεν ῥίμφα διὰ
 
πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον
 
τόδʼ ἐννέποντες δόμων προφῆται·
 
ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, 410
 
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
 
πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
 
ἄλγιστʼ ἀφημένων ἰδεῖν.
 
πόθῳ δʼ ὑπερποντίας
 
φάσμα δόξει δόμων ἀνάσσειν. 415
 
εὐμόρφων δὲ κολοσσῶν
 
ἔχθεται χάρις ἀνδρί·
 
ὀμμάτων δʼ ἐν ἀχηνίαις
 
ἔρρει πᾶσʼ Ἀφροδίτα.
 
ὀνειρόφαντοι δὲ πενθήμονες 420
 
πάρεισι δόξαι φέρου-
 
σαι χάριν ματαίαν.
 
μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
 
παραλλάξασα διὰ
 
χερῶν βέβακεν ὄψις οὐ μεθύστερον 425
 
πτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις.
 
τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχη
 
τάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα.
 
τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοις
 
πένθειʼ ἀτλησικάρδιος 430
 
δόμων ἑκάστου πρέπει.
 
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·
 
οὓς μὲν γάρ τις ἔπεμψεν
 
οἶδεν, ἀντὶ δὲ φωτῶν
 
τεύχη καὶ σποδὸς εἰς ἑκά- 435
 
στου δόμους ἀφικνεῖται.
[Choral 3]
ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτων
Χορός
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
 
πυρωθὲν ἐξ Ἰλίου 440
 
φίλοισι πέμπει βαρὺ
 
ψῆγμα δυσδάκρυτον ἀν-
 
τήνορος σποδοῦ γεμί-
 
ζων λέβητας εὐθέτους.
 
στένουσι δʼ εὖ λέγοντες ἄν- 445
 
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
 
τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ—
 
ἀλλοτρίας διαὶ γυναι-
 
κός· τάδε σῖγά τις βαΰ-
 
ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ- 450
 
πει προδίκοις Ἀτρείδαις.
 
οἱ δʼ αὐτοῦ περὶ τεῖχος
 
θήκας Ἰλιάδος γᾶς
 
εὔμορφοι κατέχουσιν· ἐχ-
 
θρὰ δʼ ἔχοντας ἔκρυψεν. 455
 
βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ·
 
δημοκράντου δʼ ἀρᾶς τίνει χρέος.
 
μένει δʼ ἀκοῦσαί τί μου
 
μέριμνα νυκτηρεφές. 460
 
τῶν πολυκτόνων γὰρ οὐκ
 
ἄσκοποι θεοί. κελαι-
 
ναὶ δʼ Ἐρινύες χρόνῳ
 
τυχηρὸν ὄντʼ ἄνευ δίκας
 
παλιντυχεῖ τριβᾷ βίου 465
 
τιθεῖσʼ ἀμαυρόν, ἐν δʼ ἀί-
 
στοις τελέθοντος οὔτις ἀλ-
 
κά· τὸ δʼ ὑπερκόπως κλύειν
 
εὖ βαρύ· βάλλεται γὰρ ὄσ-
 
σοις Διόθεν κάρανα. 470
 
κρίνω δʼ ἄφθονον ὄλβον·
 
μήτʼ εἴην πτολιπόρθης
 
μήτʼ οὖν αὐτὸς ἁλοὺς ὑπʼ ἄλ-
 
λων βίον κατίδοιμι.
[Choral]
πυρὸς δʼ ὑπʼ εὐαγγέλου 475
Χορός
πόλιν διήκει θοὰ
 
βάξις· εἰ δʼ ἐτήτυμος,
 
τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—
 
τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
 
φλογὸς παραγγέλμασιν 480
 
νέοις πυρωθέντα καρδίαν ἔπειτʼ
 
ἀλλαγᾷ λόγου καμεῖν;—
 
ἐν γυναικὸς αἰχμᾷ πρέπει
 
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—
 
πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται 485
 
ταχύπορος· ἀλλὰ ταχύμορον
 
γυναικογήρυτον ὄλλυται κλέος.—

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi