Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 5

[Episode]
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
Κλυταιμήστρα
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
 
ὡς ὧδʼ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
 
χαίροιτʼ ἄν, εἰ χαίροιτʼ, ἐγὼ δʼ ἐπεύχομαι.
 
εἰ δʼ ἦν πρεπόντων ὥστʼ ἐπισπένδειν νεκρῷ, 1395
 
τῷδʼ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
 
τοσῶνδε κρατῆρʼ ἐν δόμοις κακῶν ὅδε
 
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.
Χορός
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
 
ἥτις τοιόνδʼ ἐπʼ ἀνδρὶ κομπάζεις λόγον. 1400
Κλυταιμήστρα
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
 
ἐγὼ δʼ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
 
λέγω· σὺ δʼ αἰνεῖν εἴτε με ψέγειν θέλεις
 
ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
 
πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς 1405
 
ἔργον, δικαίας τέκτονος. τάδʼ ὧδʼ ἔχει.
[Choral 1]
τί κακόν, ὦ γύναι,
Χορός
χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν
 
πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενον
 
τόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;
← Önceki Stasimon 5 · 4 / 6 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi