Thesauros Edebiyat Tragedya Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 5

Κασάνδρα
καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτων
 
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
 
λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰς 1180
 
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
 
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
 
μεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.
 
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
 
ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. 1185
 
τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸς
 
ξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
 
καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,
 
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
 
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. 1190
 
ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναι
 
πρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσαν
 
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
 
ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
 
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; 1195
 
ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναι
 
λόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.
Χορός
καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,
 
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
 
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν 1200
 
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
Κασάνδρα
μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.
Χορός
μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
Κασάνδρα
προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
Χορός
ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. 1205
Κασάνδρα
ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.
Χορός
ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;
Κασάνδρα
ξυναινέσασα Λοξίαν ἐψευσάμην.
Χορός
ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;
Κασάνδρα
ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη. 1210
Χορός
πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;
Κασάνδρα
ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.
Χορός
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.
Κασάνδρα
ἰοὺ ἰού, ὢ ὢ κακά.
 
ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνος 1215
 
στροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.
 
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
 
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
 
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
 
χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, 1220
 
σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,
 
πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
 
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
 
λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον
 
οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ 1225
 
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
 
νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτης
 
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
 
λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
 
Ἄτης λαθραίου, τεύξεται κακῇ τύχῃ. 1230
 
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς
 
ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
 
τύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
 
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
 
θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη 1235
 
φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο
 
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
 
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
 
καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
 
τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν 1240
 
ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
Χορός
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
 
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει
 
κλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
 
τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. 1245
Κασάνδρα
Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.
Χορός
εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.
Κασάνδρα
ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.
Χορός
οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.
Κασάνδρα
σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει. 1250
Χορός
τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;
Κασάνδρα
ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶν
Χορός
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.
Κασάνδρα
καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.
Χορός
καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως. 1255
Κασάνδρα
παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
 
ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
 
αὕτη δίπους λέαινα συγκοιμωμένη
 
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
 
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον 1260
 
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
 
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
 
ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
 
τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,
 
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; 1265
 
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
 
ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.
 
ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.
 
ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
 
χρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ με 1270
 
κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
 
φίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—
 
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
 
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
 
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ 1275
 
ἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.
 
βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,
 
θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
 
οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.
 
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, 1280
 
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
 
φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος
 
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
 
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
 
ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. 1285
 
τί δῆτʼ ἐγὼ κάτοικτος ὧδʼ ἀναστένω;
 
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
 
πράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλιν
 
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
 
ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν. 1290
 
Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω·
 
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
 
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
 
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.
Χορός
ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δʼ αὖ σοφὴ 1295
 
γύναι, μακρὰν ἔτεινας. εἰ δʼ ἐτητύμως
 
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
 
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασάνδρα
οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
Χορός
ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται, 1300
Κασάνδρα
ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
Χορός
ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.
Κασάνδρα
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χορός
ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασάνδρα
ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. 1305
Χορός
τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;
Κασάνδρα
φεῦ φεῦ.
Χορός
τί τοῦτʼ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.
Κασάνδρα
φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,
Χορός
καί πῶς;τόδʼ ὄζει θυμάτων ἐφεστίων. 1310
Κασάνδρα
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,
Χορός
οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.
Κασάνδρα
ἀλλʼ εἶμι κἀν δόμοισι κωκύσουσʼ ἐμὴν
 
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
 
ἰὼ ξένοι, 1315
 
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
 
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
 
ὅταν γυνὴ γυναικὸς ἀντʼ ἐμοῦ θάνῃ,
 
ἀνήρ τε δυσδάμαρτος ἀντʼ ἀνδρὸς πέσῃ.
 
ἐπιξενοῦμαι ταῦτα δʼ ὡς θανουμένη. 1320
Χορός
ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.
Κασάνδρα
ἅπαξ ἔτʼ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
 
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαι
 
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις
 
ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ, 1325
 
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
 
ἰὼ βρότεια πράγματʼ· εὐτυχοῦντα μὲν
 
σκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,
 
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
 
καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτίρω πολύ. 1330

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi