Thesauros Edebiyat Tragedya Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Epeisodion 4

Ἄγγελος
τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις
 
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
 
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
 
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
 
ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας, 635
 
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
 
ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
 
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
 
τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
 
καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν 640
 
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
 
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
 
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
 
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
 
ἄγει γυνή τις σωφρόνως ἡγουμένη. 645
 
Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα
 
λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν
 
ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.
 
τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.
 
σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ· 650
 
ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων
 
μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ἐτεοκλής
ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
 
ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
 
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. 655
 
ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,
 
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
 
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
 
τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,
 
εἴ νιν κατάξει χρυσότευκτα γράμματα 660
 
ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
 
εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
 
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·
 
ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
 
οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω, 665
 
οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,
 
Δίκη προσεῖδε καὶ κατηξιώσατο·
 
οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
 
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
 
ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος 670
 
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
 
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
 
αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
 
ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,
 
ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος 675
 
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
Χορός
μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
 
ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ·
 
ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
 
ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. 680
 
ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος,
 
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ἐτεοκλής
εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
 
ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
 
κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς. 685

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi