Thesauros Edebiyat Tragedya Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Prologos

Ἐτεοκλής
Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
 
ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
 
οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
 
εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
 
εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, 5
 
Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
 
ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις
 
οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος
 
ἐπώνυμος γένοιτο Καδμείων πόλει.
 
ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι 10
 
ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
 
βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
 
ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,
 
πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
 
βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε· 15
 
τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
 
ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
 
ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
 
ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους
 
πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. 20
Prologos · 1 / 4 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi